Σάββατο 1 Ιουνίου 2013

Ύδωρ αιτών,ο εν ύδασι την γην κρεμάσας-Δοξαστικό Εσπερινού Σαμαρείτιδος



Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα, αἰτεῖ ὕδωρ παρ' αὐτῆς ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοίς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο΄ ὕδωρ αἰτῶν, ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας΄ ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζωῆς, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήσασι δεινῶς, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου